lunes, 20 de mayo de 2013

Lectura, análisis sintáctico y traducción

  1. ὁ ἄνθρωπος πολιτικὸν ζῷόν ἐστιν.
  2. οἱ θεοὶ οὐ θνητοὶ ἀλλὰ ἀθάνατοί εἰσιν.
  3. ὁ ἵππος ἐστὶ θνητός· ζῷον γάρ ἐστιν.
  4. ὅδε ὁ ἄνθρωπος δίκαιός ἐστιν.
  5. ἡ ἀρετὴ καλή ἐστιν.
  6. ἥδε ἡ γυνὴ θνητή ἐστιν.
  7. ὁ δίκαιος ἀνήρ ἐστιν ἀγαθὸς καὶ σοφός.
  8. ὁ μὲν καλός ἐστιν, ὁ δὲ αἰσχρός.
  9. ὁ θάνατος εἰς τὴν γῆν· οἱ γὰρ θεοὶ ἐκ τῆς γῆς καὶ τοῦ ὕδατος τοὺς ἀνθρώπους ποιοῦσιν.
  10. οἱ σοφοὶ γιγνώσκουσι τὸν ἄνδρα δίκαιον ἐκ τῶν ἔργον, ἀλλ' οὐκ ἐκ τῶν λόγων· πολλοὶ γὰρ εὖ λέγουσιν, τὰ δ' ἕργα ἔχουσι κακά.
  11. Πυθαγόρας ὁ φιλόσοφος τὴν μεγάλην δόξαν ἔχει καὶ πολλοὺς μὲν λαμβάνει μαθητὰς ἐκ τῶν πόλεων τῆς Ἑλλάδος. οὐ μόνον ἅνδρας ἀλλὰ καὶ γυναῖκας. πολλοὺς δὲ ἀπὸ τῆς τῶν βαρβάρων χώρας.
  12. ὁ Ἀναξαγόρας Ἰωνικὸς φιλόσοφός ἐστιν· ὁ δ' Ἀρχέλαος ὁ Μιλήσιος, μαθητὴς τοῦ Ἀναξαγόρου, ἀπὸ τῆς Ἰωνίας χώρας τὴν φιλοσοφίαν εἰς τὰς Ἀθήνας φέρει.
  13. οἱ Ἀθηναῖοι τὸν Εὐριπίδην νομίζουσι τοῦ Ἀναξαγόρου μαθητήν.
  14. ὁ μὲν Ποσειδῶν τοῦ ὕδατός τε καὶ τῶν ποταμῶν καὶ τῆς θαλάττης βασιλεύς ἐστιν, ὁ δὲ Ζεὺς παντὸς τοῦ κόσμου βασιλεύει.
  15. οἱ μὲν θεοὶ ἀθάνατοι τῶν ἀνθρώπων βασιλεύουσιν, ἡ δὲ ἀνάγκη τῶν θεῶν.
  16. τοῦ μὲν ἀγαθοῦ ἀνθρώπου ἡ ἀρετή ἐστιν, τοῦ δὲ σοφοῦ ἡ σοφία.
  17. τοῦ δικαίου ἀνδρὸς καὶ τῆς δικαίας γυναικός ἐστι τὰ ἔργα δίκαια.
  18. Ζεὺς τῶν ἀνθρώπων τε καὶ τῶν θεῶν πατὴρ καὶ ἀρχή ἐστιν.
  19. ἡ Γῆ μήτηρ τῶν θεῶν Ὀλυμπίων.
  20. ὁ θεὸς τῶν καλῶν καὶ τῶν αἰσχρῶν ἀρχή ἐστιν· ὁ μὲν πόλεμος πολλῶν κακῶν ἀρχή ἐστιν, ἡ δ' εἰρήνη πολλῶν ἀγαθῶν.
  21. ἡ Ἀθηνᾶ τῆς σοφίας καὶ ἀληθείας θεός ἐστιν.
  22. πολλοὶ μὲν τῶν ἀνθρώπων δοῦλοι τῆς ἠδονῆς, ὀλίγοι δὲ τῆς ἀρετῆς.
  23. τῶν μὲν Ἑλλήνων ὁ νόμος κύριός ἐστιν, τῶν δὲ βαρβάρων ὁ τύραννος, τοῦ δὲ τυράννου ὁ φόβος· πάντων γὰρ τῶν ἀνθρώπων κύριος ἔστιν.
  24. οἵδε οἱ ἄνδρες δοῦλοι τῶν βασιλέων εἰσίν, ἀλλὰ ὁ βασιλεὺς τῶν θεῶν καὶ ὁ θεὸς τῆς ἀνάγκης.
  25. πάντων γὰρ κυρία ἡ ἀνάγκη ἐστίν, καὶ τοῦ θεοῦ καὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς καὶ τοῦ ζῴου.
  26. ὁ σοφὸς ἄνθρωπος τὴν ἀρετὴν διώκει καὶ τὴν ἀδικίαν φεύγει.
  27. τὸν μὲν βίον διώκουσι πάντες οἱ ἄνθρωποι, τὸν δὲ θάνατον φεύγουσιν.
  28. οἱ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν διώκουσιν.
  29. ὁ μὲν δίκαιος τὰ δίκαια πράττει, ὁ δ' ἄδικος τὰ ἄδικα.
  30. ὁ σοφὸς τὴν πενίαν οὐ φεύγει, ἀλλὰ τὴν ἀδικίαν.
  31. οἱ μὲν πολλοὶ τὴν εἰρήνην, οἱ δ' ὀλίγοι τὸν πόλεμον διώκουσιν.
  32. ἥδε ἡ πόλις καλοὺς νόμους ἔχει.
  33. οἱ ἀγαθοὶ τὰς ἀρετὰς πράττουσιν.
  34. ἡ Ἑλλὰς πολλὰς χώρας ἔχει· αἱ μὲν μεγάλαι, αἱ δὲ μικραί.
  35. ἡ Ἀρκαδία χώρα τῆς Πελοποννήσου ἐστὶ καὶ τοὺς ἀρίστους ἵππους τῆς Ἑλλάδος ἔχει.
  36. ἡ τῶν Ἀθηναίων πόλις Ἀθῆναί ἐστι καὶ ἔχει τοὺς ἀρίστους τῆς Ἑλλάδος ἄνδρας, καὶ φιλοσόφους καὶ στρατηγοὺς καὶ ἰατρούς.
  37. ὁ πόλεμος πάντων πατήρ ἐστιν, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν ποιεῖ δούλους, τοὺς δ' ἐλευθέρους.
  38. τῶν ἀνδρῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί· ἀλλὰ ὁ θεὸς πολλάκις τοὺς μὲν μικροὺς μεγάλους, τοὺς δὲ μεγάλους μικροὺς ποιεῖ.
  39. τῷ ἀνθρώπῳ σοφῷ ὁ κόσμος πατρίς ἐστιν.
  40. τῷ ἀνδρί σοφῷ πᾶσα ἡ γῆ πατρίς· τῆς γὰρ ψυχῆς ἀγαθῆς πατρὶς ὁ ἅπας κόσμος.
  41. ἅπας τύραννος ἐχθρὸς τῇ ἐλευθερίᾳ καὶ τοῖς νόμοις ἐστίν.
  42. ἐν ταῖς Ἀθήναις πολλοὶ ποιηταί τε καὶ φιλόσοφοι καὶ στρατηγοὶ καὶ ἰατροί.
  43. ἐν τῇ Ἑλλάδι ὀλίγοι οἱ ποταμοί εἰσιν καὶ οὐ πολὺ ὕδωρ φέρουσιν.
  44. τρεῖς πολιτεῖαι πᾶσι τοῖς ἀνθρώποις εἰσίν, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία.
  45. οἱ νόμοι ψυχὴ τῆς πολιτείας εἰσίν.
  46. ἡ τοῦ δικαίου ἀνδρὸς δόξα καὶ ἐν τοῖς θνητοῖς καὶ ἐν τοῖς θεοῖς ἀεὶ ἀθάνατος ἐστιν.
  47. ἡ ἀρετή ἐστι σὺν μὲν θεοῖς, ἔστι δὲ καὶ σὺν ἀνθρώποις τοῖς ἀγαθοῖς.
  48. πᾶσι ὁ τύραννος ἐχθρός, τῷ νόμῳ, τῇ δίκῃ, τοῖς θεοῖς, τῇ πόλει, τῷ πολίτῃ.
  49. ἡ ἀνάγκη καὶ ἀνδράσι καὶ γυναιξὶ κακὸν τίκτει καὶ ἀγαθόν.
  50. ὁ Ἀήρ ἐστιν ἐν παντὶ τῷ κόσμῳ, ἐν τῇ θαλάττῃ, ἐν τῇ γῇ, ἐν Ἀθήναις, ἐν Δελφοῖς, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαις, ἐν ταῖς οἰκίαις πάσαις, ἐν τοῖς ἀνδράσι πᾶσι καὶ ἐν ταῖς γυναιξὶ πάσαις καὶ ἐν τοῖς ζῴοις πᾶσι· ὁ γὰρ Ἀὴρ ἐν πᾶσι τοῖς τόποις ἐστὶ καὶ πάντα ἐξ ἀνάγκης γιγνώσκει.

No hay comentarios:

Publicar un comentario